Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὖ δ᾽ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντία.1 διοριῶ δ᾽ αὐτῶν ἑκάτερον ἐγὼ σαφῶς. φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν: συκοφαντία δ᾽ ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.
1 συκοφαντίᾳ Herwerden : συκοφαντία or καὶ συκοφαντία MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.