Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν1 τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δ᾽ ὄπισθεν κατελείπομεν,2 ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δ᾽ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;
2 κατελείπομεν Bekker : κατελίπομεν MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.