Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλ᾽ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες1 μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον2 Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.“Μαρτυρίαι”“Ἐπιστολή”
1 ἐπαγγέλλοντες Baiter and Sauppe : ἀπαγγέλλοντες MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.