Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδ᾽ ἐπειγομένου, ἀλλ᾽ ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπ᾽ ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ ἐρωτώμενος,1 εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ,2 οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλ᾽ ἐκεῖ διπλασίῳ3 ἄμεινον. καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.
1 ἐρωτώμενος Cobet : διερωτώμενος MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.