Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶπε δέ, ὡς ἐψευδολόγουν φάσκων ὀλίγων ἡμερῶν τὰς Θήβας ἔσεσθαι ταπεινάς, καὶ τοὺς Εὐβοέας ὡς ἐφόβουν, προάγων εἰς ἐλπίδας κενὰς1 ὑμᾶς. ὃ δὲ ποιεῖ, καταμάθετε, ὦ ἄνδρες Ἀθηναῖοι. ἐγὼ γὰρ παρὰ Φιλίππῳ μὲν ὢν ἠξίωσα, πρὸς δ᾽ ὑμᾶς ἥκων ἀπήγγελλον, ὅτι τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας. τοῦτο οὐκ ἀπαγγεῖλαι, ἀλλ᾽ ὑποσχέσθαι μέ φησιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.