Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκεῖνα δ᾽ ἤδη καὶ σφόδρα διωρθοῦτο: ‘οὐκ εἶπον, ὡς καλὸς εἶ: γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον: οὐδ᾽ ὡς δεινὸς πιεῖν,1 σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι: οὐδ᾽ ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι.’ ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτ᾽ ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφ᾽ οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγίγνοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.