Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀρξάμενος δὲ τοῦ λέγειν,1 πρῶτον διαβολήν τινα ὑπειπὼν κατὰ τῶν συμπρέσβεων, ὡς οὐχ ἅπαντες ὑπὲρ τῶν αὐτῶν οὐδ᾽ ὅμοιοι ταῖς δόξαις ἥκοιμεν, διεξῄει τὰς ὑπηρεσίας τὰς ὑπηργμένας εἰς Φίλιππον αὐτῷ, πρώτην μὲν τὴν τῷ2 ψηφίσματι τῷ Φιλοκράτους συνηγορίαν, ὅτε ἔφευγε παρανόμων ἐξεῖναι γράψας Φιλίππῳ πρέσβεις πρὸς Ἀθηναίους ὑπὲρ εἰρήνης πέμπειν: δεύτερον δὲ ὑπανέγνω τὸ ψήφισμα ὃ γεγραφὼς αὐτὸς ἦν, σπείσασθαι τῷ κήρυκι καὶ τῇ παρὰ Φιλίππου πρεσβεία, τρίτον δὲ τὸ περὶ τοῦ βουλεύσασθαι τὸν δῆμον ὑπὲρ εἰρήνης ἐν τακταῖς ἡμέραις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.