Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλὰ μὲν οὖν καὶ ἄλλα καταγέλαστα πέπρακται Τιμάρχῳ κατ᾽ ἐκείνους τοὺς χρόνους, ἓν δὲ ὃ καὶ διηγήσασθαι ὑμῖν βούλομαι. ἦν μὲν Διονυσίων τῶν ἐν ἄστει ἡ1 πομπή, ἐπόμπευον δ᾽ ἐν ταὐτῷ ὅ τε Μισγόλας ὁ τοῦτον ἀνειληφὼς καὶ Φαῖδρος Καλλίου Σφήττιος. συνθεμένου δ᾽ αὐτοῖς συμπομπεύειν Τιμάρχου τουτουί, οἱ μὲν περὶ τὴν ἄλλην παρασκευὴν διέτριβον, οὗτος δὲ οὐκ ἐπανῆκε. παρωξυμμένος δὲ πρὸς τὸ πρᾶγμα ὁ Μισγόλας ζήτησιν αὐτοῦ ἐποιεῖτο μετὰ τοῦ Φαίδρου, ἐξαγγελθέντος δ᾽ αὐτοῖς εὑρίσκουσι τοῦτον ἐν συνοικίᾳ μετὰ ξένων τινῶν συναριστῶντα. διαπειλησαμένου δὲ τοῦ Μισγόλα καὶ τοῦ Φαίδρου τοῖς ξένοις, καὶ κελευόντων ἤδη ἀκολουθεῖν εἰς τὸ δεσμωτήριον, ὅτι μειράκιον ἐλεύθερον διέφθειραν, φοβηθέντες οἱ ξένοι ᾤχοντο2 καταλιπόντες τὰ παρεσκευασμένα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.