Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φησί, ‘μὴ ἐστρατευμένος, ὅσαι ἂν αὐτῷ προσταχθῶσιν, ἢ τὴν ἀσπίδα ἀποβεβληκώς,’ δίκαια λέγων. τί δή ποτε; ἄνθρωπε, τῇ πόλει, ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι ἢ διὰ δειλίαν μὴ δυνατὸς εἶ ἐπαμῦναι, μηδὲ συμβουλεύειν βουλεύειν ἀξίου. τρίτον τίσι διαλέγεται; ‘ἢ πεπορνευμένος,’φησίν, ‘ἢ ἡταιρηκώς:’ τὸν γὰρ τὸ σῶμα τὸ ἑαυτοῦ ἐφ᾽ ὕβρει πεπρακότα, καὶ τὰ κοινὰ τῆς πόλεως ῥᾳδίως ἡγήσατο ἀποδώσεσθαι. τέταρτον τίσι διαλέγεται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.