Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς δ᾽ ἐν κεφαλαίῳ εἰρῆσθαι, ἐὰν μὲν κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δ᾽ ἀφιῆτε, καλοὶ μέν, κύριοι δ᾽ οὐκέτι. ὧν δ᾽ ἕνεκα ταῦτα λέγω, οὐκ ὀκνήσω πρὸς ὑμᾶς παρρησιάσασθαι. ἔσται δ᾽ ὁ λόγος ἐπὶ παραδείγματος. διὰ τί οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους μὲν καλῶς κεῖσθαι, τὰ δὲ ψηφίσματα εἶναι τὰ1 τῆς πόλεως καταδεέστερα, καὶ τὰς κρίσεις ἐνίοτε τὰς ἐν τοῖς δικαστηρίοις ἔχειν ἐπιπλήξεις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.