Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάλιν ἐκ τῶν μειρακίων καὶ τῶν ἐν παισὶν ἔτι καὶ νῦν ὄντων πρῶτον μὲν τὸν ἀδελφιδοῦν τὸν Ἰφικράτους, υἱὸν δὲ Τεισίου τοῦ Ῥαμνουσίου, ὁμώνυμον δὲ τοῦ νυνὶ κρινομένου:1 ὃς εὐπρεπὴς ὢν ἰδεῖν τοσοῦτον ἀπέχει τῶν αἰσχρῶν, ὥστε πρώην ἐν τοῖς κατ᾽ ἀγροὺς Διονυσίοις κωμῳδῶν ὄντων ἐν Κολλυτῷ, καὶ Παρμένοντος τοῦ κωμικοῦ ὑποκριτοῦ εἰπόντος τι πρὸς τὸν χορὸν ἀνάπαιστον, ἐν ᾧ ἦν εἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οὐδεὶς ὑπελάμβανεν εἰς τὸ μειράκιον, ἀλλ᾽ εἰς σὲ πάντες: οὕτω κληρονόμος εἶ τοῦ ἐπιτηδεύματος. πάλιν Ἀντικλέα τὸν σταδιοδρόμον καὶ Φειδίαν τὸν ἀδελφὸν τὸν2 Μελησίου. ἔτι δὲ εἰπεῖν ἔχων πολλοὺς παύσομαι, ἵνα μὴ δοκῶ τὸν ἔπαινον θεραπείᾳ τινὶ κατ᾽ αὐτῶν ποιεῖσθαι.
1 κρινομένου Cobet : κρινομένου Τιμάρχου MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.