previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐδ᾽ γ᾽ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
40ὦρτ᾽ ἰέναι, πρίν γ᾽ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς:
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
νούσου ὕπ᾽ ἀργαλέης καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
ὥς ῥα τότ᾽ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
45ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
παννύχιος δ᾽ ἄρ᾽ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
50οὐ καθ᾽ ὁμὰ φρονέοντε: κασιγνήτω γε μὲν ἤστην:
τὸν μὲν χειρότερον, τὸν δ᾽ αὖ μέγ᾽ ἀμείνονα φῶτα,
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην:
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
τὸν δ᾽ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
55κεκριμένην γενεήν: τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.

ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
60τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
ἑσταότ᾽ ἐν δίφρῳ: χθόνα δ᾽ ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῇσι, κόνις δέ σφ᾽ ἀμφιδεδήει
κοπτομένη πλεκτοῖσιν ὑφ᾽ ἅρμασι καὶ ποσὶν ἵππων.
ἅρματα δ᾽ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
65ἵππων ἱεμένων: κεχάρητο δὲ Κύκνος ἀμύμων,
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων:
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
70πᾶν δ᾽ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ:
πῦρ δ᾽ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γ᾽ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
75κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
ὅς ῥα τόθ᾽ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: