previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


365πρηνὴς δ᾽ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
χερσὶν ὕφ᾽ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.

ὣς ἔφατ᾽: οὐδ᾽ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
370δὴ τότ᾽ ἀπ᾽ εὐπλεκέων δίφρων θόρον αἶψ᾽ ἐπὶ γαῖαν
παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
ἡνίοχοι δ᾽ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους:
τῶν δ᾽ ὕπο σευομένων κανάχιζε πόσ᾽ εὐρεῖα χθών.
ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
375πέτραι ἀποθρῴσκωσιν, ἐπ᾽ ἀλλήλῃς δὲ πέσωσι,
πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι
αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ᾽ αὐτέων
ῥίμφα κυλινδομένων, εἵως πεδίονδ᾽ ἀφίκωνται,
ὣς οἳ ἐπ᾽ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
380πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ᾽ Ἰαωλκὸς
Ἄρνη τ᾽ ἠδ᾽ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
φωνῇ ὕπ᾽ ἀμφοτέρων μεγάλ᾽ ἴαχον: οἳ δ᾽ ἀλαλητῷ
θεσπεσίῳ σύνισαν: μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς.
κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
385σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.

οἷος δ᾽ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
390λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
ὀρθὰς δ᾽ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν:
τῷ ἴκελος Διὸς υἱὸς ἀφ᾽ ἱππείου θόρε δίφρου.
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
395ἄρχεται, τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
τούς τε θέρει σπείρουσιν, ὅτ᾽ ὄμφακες αἰόλλονται,
400οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος:
τὴν ὥρην μάρναντο, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: