previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


115ὣς φάτο: μείδησεν δὲ βίη Ἡρακληείη
θυμῷ γηθήσας: μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν:
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:

ἥρως Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
ὑσμίνη τρηχεῖα: σὺ δ᾽ ὡς πάρος ἦσθα δαΐφρων,
120ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.

ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν:
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
125καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ᾽ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δ᾽ ἀμφ᾽ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
δεινὸς ἀνήρ: κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
130καββάλετ᾽ ἐξόπιθεν: πολλοὶ δ᾽ ἔντοσθεν ὀιστοὶ
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
πρόσθεν μὲν θάνατόν τ᾽ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
135εἵλετο δ᾽ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
κρατὶ δ᾽ ἔπ᾽ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥτ᾽ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.

χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
140οὔτ᾽ ἔρρηξε βαλὼν οὔτ᾽ ἔθλασε, θαῦμα ἰδέσθαι.
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τ᾽ ἐλέφαντι
ἠλέκτρῳ θ᾽ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ
λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
ἐν μέσσῳ δ᾽ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
145ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς:
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη, ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
150οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: