previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μῆνα δὲ Ληναιῶνα, κάκ᾽ ἤματα, βουδόρα πάντα,
505τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτ᾽ ἐπὶ γαῖαν
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
ἐμπνεύσας ὤρινε: μέμυκε δὲ γαῖα καὶ ὕλη:
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
510οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
θῆρες δὲ φρίσσουσ᾽, οὐρὰς δ᾽ ὑπὸ μέζε᾽ ἔθεντο,
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον: ἀλλά νυ καὶ τῶν
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
515καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει:
καί τε δι᾽ αἶγα ἄησι τανύτριχα: πώεα δ᾽ οὔ τι,
οὕνεκ᾽ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
ἲς ἀνέμου Βορέου: τροχαλὸν δὲ γέροντα τίθησιν.
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
520ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης:
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ᾽ ἐλαίῳ
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
ἤματι χειμερίῳ, ὅτ᾽ ἀνόστεος ὃν πόδα τένδει
525ἔν τ᾽ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι:
ἀλλ᾽ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
530λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
φεύγουσιν: καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
καὶ γλάφυ πετρῆεν: τότε δὴ τρίποδι βροτῷ ἶσοι,
οὗ τ᾽ ἐπὶ νῶτα ἔαγε, κάρη δ᾽ εἰς οὖδας ὁρᾶται,
535τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: