previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γυνή

μὴ δῆτ᾽ ἔμοιγ᾽ ἐς τὴν κεφαλήν.

Καρίων
μὴ τἀγαθὰ
νῦν γεγένηται;

Γυνή
μὴ μὲν οὖν τὰ πράγματα.

Καρίων

ὡς γὰρ τάχιστ᾽ ἀφικόμεθα πρὸς τὸν θεὸν
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
655νῦν δ᾽ εἴ τιν᾽ ἄλλον μακάριον κεὐδαίμονα,
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
ἔπειτ᾽ ἐλοῦμεν.

Γυνή
νὴ Δί᾽ εὐδαίμων ἄρ᾽ ἦν
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.

Καρίων

ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
660ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν:
ἡμῶν δ᾽ ἕκαστος στιβάδα παρεκαττύετο.

Γυνή

ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;

Καρίων

665εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν:
ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
670 πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
675ἐφ᾽ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.
ἔπειτ᾽ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: μετὰ τοῦτο δὲ
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
680εἴ που πόπανον εἴη τι καταλελειμμένον:
ἔπειτα ταῦθ᾽ ἥγιζεν ἐς σάκταν τινά.
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.

Γυνή

ταλάντατ᾽ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;

Καρίων

685νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα:
γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
τὸ γρᾴδιον δ᾽ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
ἄρασ᾽ ὑφῄρει: κᾆτα συρίξας ἐγὼ
690ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
δ᾽ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
κατέκειτο δ᾽ αὑτὴν ἐντυλίξασ᾽ ἡσυχῇ
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
κἀγὼ τότ᾽ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων:
695ἔπειτ᾽ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: