previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνὴρ Α

805ἔγωγε: καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ὁρῶ φέροντας.

Ἀνὴρ Β
πάνυ γ᾽ ἂν οὖν Ἀντισθένης
αὔτ᾽ εἰσενέγκοι: πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν τριάκονθ᾽ ἡμέρας.

Ἀνὴρ Α

οἴμωζε.

Ἀνὴρ Β
Καλλίμαχος δ᾽ χοροδιδάσκαλος
810αὐτοῖσιν εἰσοίσει τι;

Ἀνὴρ Α
πλείω Καλλίου.

Ἀνὴρ Β

ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.

Ἀνὴρ Α

δεινά γε λέγεις.

Ἀνὴρ Β
τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθ᾽ ἐκεῖν᾽ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;

Ἀνὴρ Α

815ἔγωγε.

Ἀνὴρ Β
τοὺς χαλκοῦς δ᾽ ἐκείνους ἡνίκα
ἐψηφισάμεθ᾽, οὐκ οἶσθα;

Ἀνὴρ Α
καὶ κακόν γέ μοι
τὸ κόμμ᾽ ἐγένετ᾽ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
κἄπειτ᾽ ἐχώρουν εἰς ἀγορὰν ἐπ᾽ ἄλφιτα.
820ἔπειθ᾽ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
ἀνέκραγ᾽ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν: ‘ἀργύρῳ γὰρ χρώμεθα.’

Ἀνὴρ Β

τὸ δ᾽ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντ᾽ ἔσεσθαι πεντακόσια τῇ πόλει
825τῆς τετταρακοστῆς, ἣν ἐπόρισ᾽ Εὐριπίδης;
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην:
ὅτε δὴ δ᾽ ἀνασκοπουμένοις ἐφαίνετο
Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ᾽ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.

Ἀνὴρ Α

830οὐ ταὐτὸν τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
νῦν δ᾽ αἱ γυναῖκες.

Ἀνὴρ Β
ἃς ἐγὼ φυλάξομαι
νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.

Ἀνὴρ Α

οὐκ οἶδ᾽ τι ληρεῖς. φέρε σὺ τἀνάφορον παῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: