previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐριπίδης

οὐχ ἱππαλεκτρυόνας μὰ Δί᾽ οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν:
ἀλλ᾽ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν:
εἶτ᾽ ἀνέτρεφον μονῳδίαις

Διόνυσος
Κηφισοφῶντα μιγνύς.

Εὐριπίδης

945εἶτ᾽ οὐκ ἐλήρουν τι τύχοιμ᾽ οὐδ᾽ ἐμπεσὼν ἔφυρον,
ἀλλ᾽ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ᾽ ἂν εὐθὺς
τοῦ δράματος.

Διόνυσος
κρεῖττον γὰρ ἦν σοι νὴ Δί᾽ τὸ σαυτοῦ.

Εὐριπίδης

ἔπειτ᾽ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ᾽ ἂν ἀργόν,
ἀλλ᾽ ἔλεγεν γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
950χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.

Αἰσχύλος
εἶτα δῆτα
οὐκ ἀποθανεῖν σε ταῦτ᾽ ἐχρῆν τολμῶντα;

Εὐριπίδης
μὰ τὸν Ἀπόλλω:
δημοκρατικὸν γὰρ αὔτ᾽ ἔδρων.

Διόνυσος
τοῦτο μὲν ἔασον τᾶν.
οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.

Εὐριπίδης

ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα

Αἰσχύλος
φημὶ κἀγώ.
955ὡς πρὶν διδάξαι γ᾽ ὤφελες μέσος διαρραγῆναι.

Εὐριπίδης

λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
κάχ᾽ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα

Αἰσχύλος
φημὶ κἀγώ.

Εὐριπίδης

οἰκεῖα πράγματ᾽ εἰσάγων, οἷς χρώμεθ᾽, οἷς ξύνεσμεν,
960ἐξ ὧν γ᾽ ἂν ἐξηλεγχόμην: ξυνειδότες γὰρ οὗτοι
ἤλεγχον ἄν μου τὴν τέχνην: ἀλλ᾽ οὐκ ἐκομπολάκουν
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ᾽ ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
965τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ᾽ Μανῆς,
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης κομψός.

Διόνυσος

Θηραμένης; σοφός γ᾽ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
970πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Matthew Dillon)
hide References (2 total)
  • Commentary references to this page (1):
    • James Adam, The Republic of Plato, 6.488A
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: