previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐριπίδης

860ἕτοιμός εἰμ᾽ ἔγωγε, κοὐκ ἀναδύομαι,
δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

Διόνυσος

865τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ᾽ Αἰσχύλε.

Αἰσχύλος

ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε:
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.

Διόνυσος
τί δαί;

Αἰσχύλος

ὅτι ποίησις οὐχὶ συντέθνηκέ μοι,
τούτῳ δὲ συντέθνηκεν, ὥσθ᾽ ἕξει λέγειν.
870ὅμως δ᾽ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.

Διόνυσος

ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα:
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.


Χορός

875 Διὸς ἐννέα παρθένοι ἁγναὶ
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετ᾽ ἐποψόμεναι δύναμιν
880δεινοτάτοιν στομάτοιν πορίσασθαι
ῥήματα καὶ παραπρίσματ᾽ ἐπῶν.
νῦν γὰρ ἀγὼν σοφίας μέγας χωρεῖ πρὸς ἔργον ἤδη.

Διόνυσος

885εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.

Αἰσχύλος

Δήμητερ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.

Διόνυσος

ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.

Εὐριπίδης
καλῶς:
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.

Διόνυσος

890ἴδιοί τινές σοι, κόμμα καινόν;

Εὐριπίδης
καὶ μάλα.

Διόνυσος

ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.

Εὐριπίδης

αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μ᾽ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Matthew Dillon)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: