previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μνησίλοχος

ἰλλὸς γεγένημαι προσδοκῶν: δ᾽ οὐδέπω.
τί δῆτ᾽ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθ᾽ ὅπως
οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντ᾽ αἰσχύνεται.
τῷ δῆτ᾽ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
850ἐγᾦδα: τὴν καινὴν Ἑλένην μιμήσομαι.
πάντως ὑπάρχει μοι γυναικεία στολή.

Γυνὴ Γ

τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
πικρὰν Ἑλένην ὄψει τάχ᾽, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.

Μνησίλοχος

855Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.

Γυνὴ Γ

πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.

Μνησίλοχος

ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
860Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.

Γυνὴ Γ
σοί γ᾽ ὦλεθρε
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.

Μνησίλοχος

Ἑλένη δ᾽ ἐκλήθην.

Γυνὴ Γ
αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;

Μνησίλοχος

ψυχαὶ δὲ πολλαὶ δι᾽ ἔμ᾽ ἐπὶ Σκαμανδρίαις
865ῥοαῖσιν ἔθανον.

Γυνὴ Γ
ὤφελες δὲ καὶ σύ γε.

Μνησίλοχος

κἀγὼ μὲν ἐνθάδ᾽ εἴμ᾽: δ᾽ ἄθλιος πόσις
οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
τί οὖν ἔτι ζῶ;

Γυνὴ Γ
τῶν κοράκων πονηρίᾳ.

Μνησίλοχος

ἀλλ᾽ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
870μὴ ψεῦσον Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.

Εὐριπίδης

τίς τῶνδ᾽ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;

Μνησίλοχος

Πρωτέως τάδ᾽ ἐστὶ μέλαθρα.

Εὐριπίδης
ποίου Πρωτέως;

Γυνὴ Γ

875 τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.

Εὐριπίδης

ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;

Μνησίλοχος
Αἴγυπτον.

Εὐριπίδης
δύστηνος οἷ πεπλώκαμεν.

Γυνὴ Γ

πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
880ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.

Εὐριπίδης

αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ᾽ 'ξώπιος;

Γυνὴ Γ

οὐκ ἔσθ᾽ ὅπως οὐ ναυτιᾷς ἔτ᾽ ξένε,
ὅστις γ᾽ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτ᾽ ἐρωτᾷςἔνδον ἔστ᾽ 'ξώπιος;’

Εὐριπίδης

885αἰαῖ τέθνηκε. ποῦ δ᾽ ἐτυμβεύθη τάφῳ;

Μνησίλοχος

τόδ᾽ ἐστὶν αὐτοῦ σῆμ᾽, ἐφ᾽ καθήμεθα.

Γυνὴ Γ

κακῶς τ᾽ ἄρ᾽ ἐξόλοιο κἀξολεῖ γέ τοι,
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.

Εὐριπίδης

τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
890φάρει καλυπτὸς ξένη;

Μνησίλοχος
βιάζομαι
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.

Γυνὴ Γ

τί κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
οὗτος πανουργῶν δεῦρ᾽ ἀνῆλθεν ξένε
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.

Μνησίλοχος

895βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.

Εὐριπίδης

ξένη τίς γραῦς κακορροθοῦσά σε;

Μνησίλοχος

αὕτη Θεονόη Πρωτέως.

Γυνὴ Γ
μὰ τὼ θεὼ
εἰ μὴ Κρίτυλλά γ᾽ Ἀντιθέου Γαργηττόθεν:
σὺ δ᾽ εἶ πανοῦργος.

Μνησίλοχος
ὁπόσα τοι βούλει λέγε.
900οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: