previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κηρύκαινα

εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι τοῖς τ᾽ ἄλλοις θεοῖς,
335εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν 'πικηρυκεύεται
Εὐριπίδῃ Μήδοις τ᾽ ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, τυραννεῖν ἐπινοεῖ
τὸν τύραννον συγκατάγειν, παιδίον
340ὑποβαλλομένης κατεῖπεν, δούλη τινὸς
προαγωγὸς οὖσ᾽ ἐνετρύλλισεν τῷ δεσπότῃ
πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
345 δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
καὶ δέχεται προδιδοῦσ᾽ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος καπηλὶς τοῦ χοῶς
τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
350ἀρᾶσθε, ταῖς δ᾽ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), ECCLE´SIA
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: