previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μνησίλοχος

οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;

Ἀγάθων

ἀνδρεῖα δ᾽ ἢν ποιῇ τις, ἐν τῷ σώματι
155ἔνεσθ᾽ ὑπάρχον τοῦθ᾽. δ᾽ οὐ κεκτήμεθα,
μίμησις ἤδη ταῦτα συνθηρεύεται.

Μνησίλοχος

ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.

Ἀγάθων

ἄλλως τ᾽ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160ἀγρεῖον ὄντα καὶ δασύν: σκέψαι δ᾽ ὅτι
Ἴβυκος ἐκεῖνος κἀνακρέων Τήιος
κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε καὶ διεκλῶντ᾽ Ἰωνικῶς,
καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
165αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο:
διὰ τοῦτ᾽ ἄρ᾽ αὐτοῦ καὶ κάλ᾽ ἦν τὰ δράματα.
ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.

Μνησίλοχος

ταῦτ᾽ ἄρ᾽ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
δ᾽ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
170 δ᾽ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.

Ἀγάθων

ἅπασ᾽ ἀνάγκη: ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.

Μνησίλοχος
πῶς πρὸς τῶν θεῶν;

Εὐριπίδης

παῦσαι βαΰζων: καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκ᾽ ἠρχόμην ποιεῖν.

Μνησίλοχος

175μὰ τὸν Δί᾽ οὐ ζηλῶ σε τῆς παιδεύσεως.

Εὐριπίδης

ἀλλ᾽ ὧνπερ οὕνεκ᾽ ἦλθον, ἔα μ᾽ εἰπεῖν.

Ἀγάθων
λέγε.

Εὐριπίδης

Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180ἱκέτης ἀφῖγμαι πρὸς σέ.

Ἀγάθων
τοῦ χρείαν ἔχων;

Εὐριπίδης

μέλλουσί μ᾽ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.

Ἀγάθων

τίς οὖν παρ᾽ ἡμῶν ἐστιν ὠφέλειά σοι;

Εὐριπίδης

πᾶσ᾽: ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.

Ἀγάθων

ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;

Εὐριπίδης

ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι:
190ἔπειτα πολιός εἰμι καὶ πώγων᾽ ἔχω,
σὺ δ᾽ εὐπρόσωπος λευκὸς ἐξυρημένος
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.

Ἀγάθων

Εὐριπίδη

Εὐριπίδης
τί ἔστιν;

Ἀγάθων
ἐποίησάς ποτε,
χαίρεις ὁρῶν φῶς, πατέρα δ᾽ οὐ χαίρειν δοκεῖς;’

Εὐριπίδης

195ἔγωγε.

Ἀγάθων
μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθ᾽ ἄν.
ἀλλ᾽ αὐτὸς γε σόν ἐστιν οἰκείως φέρε.
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.

Μνησίλοχος

200καὶ μὴν σύ γ᾽ κατάπυγον εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.

Εὐριπίδης

τί δ᾽ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;

Ἀγάθων

κάκιον ἀπολοίμην ἂν σύ.

Εὐριπίδης
πῶς;

Ἀγάθων
ὅπως;
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: