previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἀγάθων

ἱερὰν χθονίαις δεξάμεναι
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
πατρίδι χορεύσασθε βοάν.

Χορὸς Ἀγάθωνος

τίνι δαιμόνων κῶμος;
105λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι.

Ἀγάθων

ἄγε νυν ὄλβιζε Μοῦσα
χρυσέων ῥύτορα τόξων
110Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ.

Χορὸς Ἀγάθωνος

χαῖρε καλλίστας ἀοιδᾶς
Φοῖβ᾽ ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων.

Ἀγάθων

τάν τ᾽ ἐν ὄρεσι δρυογόνοισι
115κόραν ἀείσατ᾽
Ἄρτεμιν ἀγροτέραν.

Χορὸς Ἀγάθωνος

ἕπομαι κλῄζουσα σεμνὸν
γόνον ὀλβίζουσα Λατοῦς
Ἄρτεμιν ἀπειρολεχῆ.

Ἀγάθων

120Λατώ τε κρούματά τ᾽ Ἀσιάδος
ποδὶπαράρυθμ᾽ εὔρυθμα Φρυγίων
διανεύματα Χαρίτων†.

Χορὸς Ἀγάθωνος

σέβομαι Λατώ τ᾽ ἄνασσαν
κίθαρίν τε ματέρ᾽ ὕμνων
125ἄρσενι βοᾷ δόκιμον,
τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
ἁμετέρας τε δι᾽ αἰφνιδίου ὀπός. ὧν χάριν
ἄνακτ᾽ ἄγαλλε Φοῖβον τιμᾷ.
χαῖρ᾽ ὄλβιε παῖ Λατοῦς.


Μνησίλοχος

130ὡς ἡδὺ τὸ μέλος πότνιαι Γενετυλλίδες
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστ᾽ ἐμοῦ γ᾽ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
καί σ᾽ νεανίσχ᾽ ὅστις εἶ, κατ᾽ Αἰσχύλον
135ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
ποδαπὸς γύννις; τίς πάτρα; τίς στολή;
τίς τάραξις τοῦ βίου; τί βάρβιτος
λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
140τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
τίς δ᾽ αὐτὸς παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
ἀλλ᾽ ὡς γυνὴ δῆτ᾽: εἶτα ποῦ τὰ τιτθία;
τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτ᾽ ἐκ τοῦ μέλους
145ζητῶ σ᾽, ἐπειδή γ᾽ αὐτὸς οὐ βούλει φράσαι;

Ἀγάθων

πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δ᾽ ἄλγησιν οὐ παρεσχόμην:
ἐγὼ δὲ τὴν ἐσθῆθ᾽ ἅμα γνώμῃ φορῶ.
χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
150 δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
αὐτίκα γυναικεῖ᾽ ἢν ποιῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ᾽ ἔχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: