Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κινησίας
οἴμοι τί πάθω; τίνα βινήσω
955τῆς καλλίστης πασῶν ψευσθείς;
πῶς ταυτηνὶ παιδοτροφήσω;
ποῦ Κυναλώπηξ;
μίσθωσόν μοι τὴν τίτθην. Χορὸς γερόντων
ἐν δεινῷ γ᾽ ὦ δύστηνε κακῷ
960τείρει ψυχὴν ἐξαπατηθείς.
κἄγωγ᾽ οἰκτίρω σ᾽ αἰαῖ.
ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δ᾽ ὄρχεις,
ποία δ᾽ ὀσφῦς, ποῖος δ᾽ ὄρρος
965κατατεινόμενος
καὶ μὴ βινῶν τοὺς ὄρθρους; Κινησίας
ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν. Χορὸς γερόντων
ταυτὶ μέντοι νυνί σ᾽ ἐποίησ᾽
ἡ παμβδελυρὰ καὶ παμμυσαρά. Κινησίας
970μὰ Δί᾽ ἀλλὰ φίλη καὶ παγγλυκερά. Χορὸς γερόντων
ποία γλυκερά; μιαρὰ μιαρά. Κινησίας
μιαρὰ δῆτ᾽ ὦ Ζεῦ ὦ Ζεῦ:
εἴθ᾽ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
975ξυστρέψας καὶ ξυγγογγύλας
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτ᾽ αὖ πάλιν ἐς τὴν γῆν,
κᾆτ᾽ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.