previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λαμπιτώ

πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθ᾽ ὑμέ.

Μυρρίνη
νὴ μὰ Δία Βοιωτία,
καλόν γ᾽ ἔχουσα τὸ πεδίον.

Καλονίκη
καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.

Λυσιστράτη

90τίς δ᾽ ἡτέρα παῖς;

Λαμπιτώ
χαΐα ναὶ τὼ σιώ,
Κορινθία δ᾽ αὖ.

Καλονίκη
χαΐα νὴ τὸν Δία
δήλη 'στὶν οὖσα ταυταγὶ τἀντευθενί.

Λαμπιτώ

τίς δ᾽ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν;

Λυσιστράτη
ἥδ᾽ ἐγώ.

Λαμπιτώ
μύσιδδέ τοι
95 τι λῇς ποθ᾽ ἁμέ.

Καλονίκη
νὴ Δί᾽ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον τι τοῦτ᾽ ἐστί σοι.

Λυσιστράτη

λέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν δ᾽, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν.

Καλονίκη
τι βούλει γε σύ.

Λυσιστράτη

τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.

Καλονίκη

γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.

Μυρρίνη

δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.

Λαμπιτώ

105 δ᾽ ἐμός γα καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.

Λυσιστράτη

ἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον,
110ὃς ἦν ἂν ἡμῖν σκυτίνη 'πικουρία.
ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ,
μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;

Καλονίκη
νὴ τὼ θεώ:
ἔγωγ᾽ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.

Μυρρίνη

115ἐγὼ δέ γ᾽ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.

Λαμπιτώ

ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ᾽ ἄνω
ἔλσοιμ᾽ ὅπᾳ μέλλοιμί γ᾽ εἰράναν ἰδεῖν.

Λυσιστράτη

λέγοιμ᾽ ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120ἡμῖν γὰρ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέ᾽ ἐστὶ

Καλονίκη
τοῦ; φράσον.

Λυσιστράτη
ποιήσετ᾽ οὖν;

Καλονίκη

ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.

Λυσιστράτη

ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετ᾽ οὐ ποιήσετ᾽; τί μέλλετε;

Καλονίκη

οὐκ ἂν ποιήσαιμ᾽, ἀλλ᾽ πόλεμος ἑρπέτω.

load focus English (Jack Lindsay)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: