Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορὸς Γυναικῶν
οὐκ ἄρ᾽ εἰσιόντα σ᾽ οἴκαδ᾽ ἡ τεκοῦσα γνώσεται.
ἀλλὰ θώμεσθ᾽ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν
τῇ πόλει χρησίμων:
640εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
ἑπτὰ μὲν ἔτη γεγῶσ᾽ εὐθὺς ἠρρηφόρουν:
εἶτ᾽ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι:
645κᾆτ᾽ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις:
κἀκανηφόρουν ποτ᾽ οὖσα παῖς καλὴ 'χουσ᾽
ἰσχάδων ὁρμαθόν: