Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πρόβουλος
ἀλλ᾽ ὅστις ἔτι στῦσαι δυνατὸς— Λυσιστράτη
σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
600†χωρίον ἐστί:† σορὸν ὠνήσει:
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
λαβὲ ταυτὶ καὶ στεφάνωσαι. Γυνὴ Ξ.
καὶ ταυτασὶ δέξαι παρ᾽ ἐμοῦ. Γυνὴ Α.
καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. Λυσιστράτη
605τοῦ δεῖ; τί ποθεῖς; χώρει 'ς τὴν ναῦν:
ὁ Χάρων σε καλεῖ,
σὺ δὲ κωλύεις ἀνάγεσθαι.