previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γυνὴ Β

εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ᾽ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.

Πρόβουλος

445τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
παύσω τιν᾽ ὑμῶν τῆσδ᾽ ἐγὼ τῆς ἐξόδου.

Γυνὴ Γ

εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.

Πρόβουλος

οἴμοι κακοδαίμων: ἐπιλέλοιφ᾽ τοξότης.
450ἀτὰρ οὐ γυναικῶν οὐδέποτ᾽ ἔσθ᾽ ἡττητέα
ἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς Σκύθαι
ξυνταξάμενοι.

Λυσιστράτη
νὴ τὼ θεὼ γνώσεσθ᾽ ἄρα
ὅτι καὶ παρ᾽ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.

Πρόβουλος

455ἀποστρέφετε τὰς χεῖρας αὐτῶν Σκύθαι.

Λυσιστράτη

ξύμμαχοι γυναῖκες ἐκθεῖτ᾽ ἔνδοθεν,
σπερμαγοραιολεκιθολαχανοπώλιδες,
σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετ᾽, οὐ παιήσετ᾽, οὐκ ἀράξετε;
460οὐ λοιδορήσετ᾽, οὐκ ἀναισχυντήσετε;
παύσασθ᾽, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.

Πρόβουλος

οἴμ᾽ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.

Λυσιστράτη

ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, γυναιξὶν οὐκ οἴει
465χολὴν ἐνεῖναι;

Πρόβουλος
νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γ᾽, ἐάνπερ πλησίον κάπηλος .

load focus English (Jack Lindsay)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, The Article
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: