previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορὸς Γυναικῶν

350ἔασον . τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι:
οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες.

Χορὸς γερόντων

τουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει:
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.

Χορὸς Γυναικῶν

τί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν.

Χορὸς γερόντων

Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς;

Χορὸς Γυναικῶν

θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἂν
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ᾽ ἐμποδίζῃ.

Χορὸς γερόντων

360εἰ νὴ Δί᾽ ἤδη τὰς γνάθους τούτων τις δὶς τρὶς
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.

Χορὸς Γυναικῶν

καὶ μὴν ἰδοὺ παταξάτω τις: στᾶσ᾽ ἐγὼ παρέξω,
κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.

Χορὸς γερόντων

εἰ μὴ σιωπήσει, θενών σου 'κκοκκιῶ τὸ γῆρας.

Χορὸς Γυναικῶν

365ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.

Χορὸς γερόντων

τί δ᾽ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν;

Χορὸς Γυναικῶν

βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω.

Χορὸς γερόντων

οὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής:
οὐδὲν γὰρ οὕτω θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες.

Χορὸς Γυναικῶν

370αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν Ῥοδίππη.

Χορὸς γερόντων

τί δ᾽ θεοῖς ἐχθρὰ σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου;

Χορὸς Γυναικῶν

τί δαὶ σὺ πῦρ τύμβ᾽ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;

Χορὸς γερόντων

ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.

Χορὸς Γυναικῶν

ἐγὼ δέ γ᾽ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.

Χορὸς γερόντων

375τοὐμὸν σὺ πῦρ κατασβέσεις;

Χορὸς Γυναικῶν
τοὔργον τάχ᾽ αὐτὸ δείξει.

Χορὸς γερόντων

οὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.

Χορὸς Γυναικῶν

εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γ᾽ ἐγὼ παρέξω.

Χορὸς γερόντων

ἐμοὶ σὺ λουτρὸν σαπρά;

Χορὸς Γυναικῶν
καὶ ταῦτα νυμφικόν γε.

Χορὸς γερόντων

ἤκουσας αὐτῆς τοῦ θράσους;

Χορὸς Γυναικῶν
ἐλευθέρα γάρ εἰμι.

Χορὸς γερόντων

380σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς.

Χορὸς Γυναικῶν
ἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει.

Χορὸς γερόντων

ἔμπρησον αὐτῆς τὰς κόμας.

Χορὸς Γυναικῶν
σὸν ἔργον ὦχελῷε.

Χορὸς γερόντων

οἴμοι τάλας.

Χορὸς Γυναικῶν
μῶν θερμὸν ἦν;

Χορὸς γερόντων

ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;

Χορὸς Γυναικῶν

ἄρδω σ᾽ ὅπως ἂν βλαστάνῃς.

Χορὸς γερόντων

385ἀλλ᾽ αὖός εἰμ᾽ ἤδη τρέμων.

Χορὸς Γυναικῶν

οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.

load focus English (Jack Lindsay)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: