previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μυρρίνη

130μὰ Δί᾽ οὐδ᾽ ἐγὼ γάρ, ἀλλ᾽ πόλεμος ἑρπέτω.

Λυσιστράτη

ταυτὶ σὺ λέγεις ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.

Καλονίκη

ἄλλ᾽ ἄλλ᾽ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους.
135οὐδὲν γὰρ οἷον φίλη Λυσιστράτη.

Λυσιστράτη

τί δαὶ σύ;

Ἄλλη
κἀγὼ βούλομαι διὰ τοῦ πυρός.

Λυσιστράτη

παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140ἀλλ᾽ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
μόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ ἄν,
ξυμψήφισαί μοι.

Λαμπιτώ
χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκάς ἐσθ᾽ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ.

Λυσιστράτη

145 φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.

Καλονίκη

εἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις,
μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτ᾽ ἂν εἰρήνη;

Λυσιστράτη
πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθοίμεθ᾽ ἔνδον ἐντετριμμέναι,
150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ᾽ ἀπεχοίμεθα,
σπονδὰς ποιήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι.

Λαμπιτώ

155 γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
γυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος.

Καλονίκη

τί δ᾽ ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς μέλε;

Λυσιστράτη

τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.

Καλονίκη

φλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα.
160ἐὰν λαβόντες δ᾽ ἐς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς;

Λυσιστράτη
ἀντέχου σὺ τῶν θυρῶν.

Καλονίκη

ἐὰν δὲ τύπτωσιν;

Λυσιστράτη
παρέχειν χρὴ κακὰ κακῶς.
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ
165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.

Καλονίκη

εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.

Λαμπιτώ

καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν:
170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;

Λυσιστράτη

ἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν.

Λαμπιτώ

οὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον πὰρ τᾷ σιῷ.

load focus English (Jack Lindsay)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: