Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀθηναῖος
ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,
ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε
1275ὑμεῖς: ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
στήτω παρ᾽ ἄνδρα, κᾆτ᾽ ἐπ᾽ ἀγαθαῖς συμφοραῖς
ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
τὸ λοιπὸν αὖθις μὴ 'ξαμαρτάνειν ἔτι.