Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορὸς Λακεδαιμονίων
ὅρμαον
τὼς κυρσανίως ὦ Μναμοΰνα
τάν τ᾽ ἐμὰν Μῶαν, ἅτις
1250οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναίως,
ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳ
πρὤκροον σιοείκελοι
ποττὰ κᾶλα τὼς Μήδως τ᾽ ἐνίκων,
ἁμὲ δ᾽ αὖ Λεωνίδας
1255ἆγεν ᾇπερ τὼς κάπρως
θάγοντας οἰῶ τὸν ὀδόντα:
πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †,
πολὺς δ᾽ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.
1260ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως
τᾶς ψάμμας τοὶ Πέρσαι.
ἀγροτέρα σηροκτόνε
μόλε δεῦρο παρσένε σιὰ
ποττὰς σπονδάς,
1265ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.
νῦν δ᾽ αὖ φιλία τ᾽ αἰὲς εὔπορος εἴη
ταῖς συνθήκαις,
καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.
ὢ δεῦρ᾽ ἴθι δεῦρ᾽ ὦ
1270κυναγὲ παρσένε.