Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
εἰ δέ τῳ μὴ σῖτος ὑμῶν
ἔστι, βόσκει δ᾽ οἰκέτας καὶ
1205σμικρὰ πολλὰ παιδία,
ἔστι παρ᾽ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,
ὁ δ᾽ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω
εἰς ἐμοῦ σάκκους ἔχων καὶ
1210κωρύκους, ὡς λήψεται πυ-
ρούς: ὁ Μανῆς δ᾽
οὑμὸς αὐτοῖς ἐμβαλεῖ.
πρός γε μέντοι τὴν θύραν
προαγορεύω μὴ βαδίζειν
τὴν ἐμήν, ἀλλ᾽
1215εὐλαβεῖσθαι τὴν κύνα.