Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
στρωμάτων δὲ ποικίλων καὶ
1190χλανιδίων καὶ ξυστίδων καὶ
χρυσίων, ὅσ᾽ ἐστί μοι,
οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν
τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
1195χρημάτων νῦν ἔνδοθεν, καὶ
μηδὲν οὕτως εὖ σεσημάν-
θαι τὸ μὴ οὐχὶ
τοὺς ῥύπους ἀνασπάσαι,
χἄττ᾽ ἂν ἔνδον ᾖ φορεῖν.
1200ὄψεται δ᾽ οὐδὲν σκοπῶν, εἰ
μή τις ὑμῶν
ὀξύτερον ἐμοῦ βλέπει.