Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἑστιᾶν δὲ μέλλομεν ξένους
τινὰς Καρυστίους, ἄν-
1060δρας καλούς τε κἀγαθούς.
κἄστιν ἔτ᾽ ἔτνος τι: καὶ δελφάκιον ἦν τί μοι,
καὶ τοῦτο τέθυχ᾽, ὡς τὰ κρέ᾽ ἔδεσθ᾽ ἁπαλὰ καὶ καλά.
ἥκετ᾽ οὖν εἰς ἐμοῦ τήμερον: πρῲ δὲ χρὴ
τοῦτο δρᾶν λελουμένους αὔ-
1065τούς τε καὶ τὰ παιδί᾽, εἶτ᾽ εἴσω βαδίζειν,
μηδ᾽ ἐρέσθαι μηδένα,
ἀλλὰ χωρεῖν ἄντικρυς
ὥσπερ οἴκαδ᾽ εἰς ἑαυτῶν
1070γεννικῶς, ὡς
ἡ θύρα κεκλῄσεται.