previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.


Ποιητής

Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα
905κλῇσον Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.

Πισθέταιρος

τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;

Ποιητής

ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν
Μουσάων θεράπων ὀτρηρός,
910κατὰ τὸν Ὅμηρον.

Πισθέταιρος

ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;

Ποιητής

οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι
Μουσάων θεράποντες ὀτρηροί,
κατὰ τὸν Ὅμηρον.

Πισθέταιρος

915οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
ἀτὰρ ποιητὰ κατὰ τί δεῦρ᾽ ἀνεφθάρης;

Ποιητής

μέλη πεποίηκ᾽ ἐς τὰς Νεφελοκοκκυγίας
τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ
καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.

Πισθέταιρος

920ταυτὶ σὺ πότ᾽ ἐποίησας; ἀπὸ ποίου χρόνου;

Ποιητής

πάλαι πάλαι δὴ τήνδ᾽ ἐγὼ κλῄζω πόλιν.

Πισθέταιρος

οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
καὶ τοὔνομ᾽ ὥσπερ παιδίῳ νῦν δὴ 'θέμην;

Ποιητής

ἀλλά τις ὠκεῖα Μουσάων φάτις
925οἷάπερ ἵππων ἀμαρυγά.
σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
ζαθέων ἱερῶν ὁμώνυμε,
δὸς ἐμὶν τι περ
τεᾷ κεφαλᾷ θέλῃς
930πρόφρων δόμεν ἐμὶν τείν.

Πισθέταιρος

τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν᾽ ἔχεις,
ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
935ἔχε τὴν σπολάδα: πάντως δέ μοι ῥιγῶν δοκεῖς.

Ποιητής

τόδε μὲν οὐκ ἀέκουσα φίλα
Μοῦσα δῶρον δέχεται:
τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος

Πισθέταιρος

940ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: