previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
860τουτὶ μὰ Δί᾽ ἐγὼ πολλὰ δὴ καὶ δείν᾽ ἰδὼν
οὔπω κόρακ᾽ εἶδον ἐμπεφορβειωμένον.
ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.

Ἱερεύς

δράσω τάδ᾽. ἀλλὰ ποῦ 'στιν τὸ κανοῦν ἔχων;
εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν

Πισθέταιρος

Σουνιέρακε χαῖρ᾽ ἄναξ Πελαργικέ.

Ἱερεύς

καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι

Πισθέταιρος

οὐκέτι Κολαινὶς ἀλλ᾽ Ἀκαλανθὶς Ἄρτεμις.

Ἱερεύς

καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων

Πισθέταιρος

δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.

Ἱερεύς

διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι

Πισθέταιρος

880Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.

Ἱερεύς

καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ

Πισθέταιρος

παῦ᾽ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
890ἐπὶ ποῖον κακόδαιμον ἱερεῖον καλεῖς
ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
ἰκτῖνος εἷς ἂν τοῦτό γ᾽ οἴχοιθ᾽ ἁρπάσας;
ἄπελθ᾽ ἀφ᾽ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα:
ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: