previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

ταυτὶ τοιαυτί: μὰ Δί᾽ ἐγὼ μὲν πρᾶγμά πω
γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.

Ἐυελπίδης

ἐπὶ τῷ γελᾷς;

Πισθέταιρος
ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
οἶσθ᾽ μάλιστ᾽ ἔοικας ἐπτερωμένος;
805εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.

Ἐυελπίδης

σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.

Πισθέταιρος

ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον:
τάδ᾽ οὐχ ὑπ᾽ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.

Ἔποψ

ἄγε δὴ τί χρὴ δρᾶν;

Πισθέταιρος
πρῶτον ὄνομα τῇ πόλει
810θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
θῦσαι μετὰ τοῦτο.

Ἐυελπίδης
ταῦτα κἀμοὶ συνδοκεῖ.

Ἔποψ

φέρ᾽ ἴδω, τί δ᾽ ἡμῖν τοὔνομ᾽ ἔσται τῇ πόλει;

Ἐυελπίδης

βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
Σπάρτην ὄνομα καλῶμεν αὐτήν;

Πισθέταιρος
Ἡράκλεις:
815Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
οὐδ᾽ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ᾽ ἔχων.

Ἐυελπίδης

τί δῆτ᾽ ὄνομ᾽ αὐτῇ θησόμεσθ᾽;

Ἔποψ
ἐντευθενὶ
ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
χαῦνόν τι πάνυ.

Πισθέταιρος
βούλει Νεφελοκοκκυγίαν;

Ἔποψ

ἰοὺ ἰού:
820καλόν γ᾽ ἀτεχνῶς σὺ καὶ μέγ᾽ ηὗρες τοὔνομα.

Ἐυελπίδης

ἆρ᾽ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
τά τ᾽ Αἰσχίνου γ᾽ ἅπαντα;

Πισθέταιρος
καὶ λῷστον μὲν οὖν
τὸ Φλέγρας πεδίον, ἵν᾽ οἱ θεοὶ τοὺς γηγενεῖς
825ἀλαζονευόμενοι καθυπερηκόντισαν.

Ἔποψ

λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς
πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;

Ἐυελπίδης

τί δ᾽ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;

Πισθέταιρος

καὶ πῶς ἂν ἔτι γένοιτ᾽ ἂν εὔτακτος πόλις,
830ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
ἕστηκ᾽ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;

Ἐυελπίδης

τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;

Ἔποψ

ὄρνις ἀφ᾽ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
835Ἄρεως νεοττός.

Ἐυελπίδης
νεοττὲ δέσποτα:
ὡς δ᾽ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.

Πισθέταιρος

ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
840λεκάνην ἀνένεγκε, κατάπεσ᾽ ἀπὸ τῆς κλίμακος,
φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτ᾽ ἀεί,
κωδωνοφορῶν περίτρεχε καὶ κάθευδ᾽ ἐκεῖ:
κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
ἕτερον δ᾽ ἄνωθεν ἆυ παρ᾽ ἀνθρώπους κάτω,
845κἀκεῖθεν αὖθις παρ᾽ ἐμέ.

Ἐυελπίδης
σὺ δέ γ᾽ αὐτοῦ μένων
οἴμωζε παρ᾽ ἔμ᾽.

Πισθέταιρος
ἴθ᾽ ὦγάθ᾽ οἷ πέμπω σ᾽ ἐγώ.
οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ᾽ λέγω πεπράξεται.
ἐγὼ δ᾽ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
850παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: