previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

εἰ μετ᾽ ὀρνίθων τις ὑμῶν θεαταὶ βούλεται
διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
755ὅσα γάρ ἐστιν ἐνθάδ᾽ αἰσχρὰ τῷ νόμῳ κρατούμενα,
ταῦτα πάντ᾽ ἐστὶν παρ᾽ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
εἰ γὰρ ἐνθάδ᾽ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
τοῦτ᾽ ἐκεῖ καλὸν παρ᾽ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
προσδραμὼν εἴπῃ πατάξας, ‘αἶρε πλῆκτρον, εἰ μαχεῖ.’
760εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
ἀτταγᾶς οὗτος παρ᾽ ἡμῖν ποικίλος κεκλήσεται.
εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,
φρυγίλος ὄρνις ἐνθάδ᾽ ἔσται, τοῦ Φιλήμονος γένους.
εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
765φυσάτω πάππους παρ᾽ ἡμῖν, καὶ φανοῦνται φράτερες.
εἰ δ᾽ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον:
ὡς παρ᾽ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: