previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

685ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,
ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλ᾽ ἀμενηνά,
ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,
προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,
τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,
690ἵν᾽ ἀκούσαντες πάντα παρ᾽ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.
φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τ᾽ Ἐρέβους τε Χάους τε
εἰδότες ὀρθῶς, Προδίκῳ παρ᾽ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.
Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,
γῆ δ᾽ οὐδ᾽ ἀὴρ οὐδ᾽ οὐρανὸς ἦν: Ἐρέβους δ᾽ ἐν ἀπείροσι κόλποις
695τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ μελανόπτερος ᾠόν,
ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ποθεινός,
στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν
ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.
700πρότερον δ᾽ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα:
ξυμμιγνυμένων δ᾽ ἑτέρων ἑτέροις γένετ᾽ οὐρανὸς ὠκεανός τε
καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν
πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δ᾽ ὡς ἐσμὲν Ἔρωτος
πολλοῖς δῆλον: πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν:
705πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας
διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,
μὲν ὄρτυγα δοὺς δὲ πορφυρίων᾽ δὲ χῆν᾽ δὲ Περσικὸν ὄρνιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: