previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πισθέταιρος

οὗτος.

Ἐυελπίδης
τί ἔστιν;

Πισθέταιρος
κορώνη μοι πάλαι
50ἄνω τι φράζει.

Ἐυελπίδης
χὠ κολοιὸς οὑτοσὶ
ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔστιν ἐνταῦθ᾽ ὄρνεα.
εἰσόμεθα δ᾽ αὐτίκ᾽, ἢν ποιήσωμεν ψόφον.

Πισθέταιρος

ἀλλ᾽ οἶσθ᾽ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.

Ἐυελπίδης

55σὺ δὲ τῇ κεφαλῇ γ᾽, ἵν᾽ διπλάσιος ψόφος.

Πισθέταιρος

σὺ δ᾽ οὖν λίθῳ κόψον λαβών.

Ἐυελπίδης
πάνυ γ᾽, εἰ δοκεῖ.
παῖ παῖ.

Πισθέταιρος
τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;
οὐκ ἀντὶ τοῦ παιδός σ᾽ ἐχρῆν ἐποποῖ καλεῖν;

Ἐυελπίδης

ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.
60ἐποποῖ.

Θεράπων Ἔποπος
τίνες οὗτοι; τίς βοῶν τὸν δεσπότην;

Ἐυελπίδης

Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.

Θεράπων Ἔποπος

οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.

Ἐυελπίδης

οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.

Θεράπων Ἔποπος

ἀπολεῖσθον.

Ἐυελπίδης
ἀλλ᾽ οὐκ ἐσμὲν ἀνθρώπω.

Θεράπων Ἔποπος
τί δαί;

Ἐυελπίδης

65Ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον.

Θεράπων Ἔποπος

οὐδὲν λέγεις.

Ἐυελπίδης
καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.

Θεράπων Ἔποπος

ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;

Πισθέταιρος

Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.

Ἐυελπίδης

ἀτὰρ σὺ τί θηρίον ποτ᾽ εἶ πρὸς τῶν θεῶν;

Θεράπων Ἔποπος

70ὄρνις ἔγωγε δοῦλος.

Ἐυελπίδης
ἡττήθης τινὸς
ἀλεκτρυόνος;

Θεράπων Ἔποπος
οὐκ ἀλλ᾽ ὅτε περ δεσπότης
ἔποψ ἐγένετο, τότε γενέσθαι μ᾽ ηὔξατο
ὄρνιν, ἵν᾽ ἀκόλουθον διάκονόν τ᾽ ἔχῃ.

Ἐυελπίδης

δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;

Θεράπων Ἔποπος

75οὗτός γ᾽, ἅτ᾽ οἶμαι πρότερον ἄνθρωπός ποτ᾽ ὤν,
τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς:
τρέχω 'π᾽ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.
ἔτνους δ᾽ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας:
τρέχω 'πὶ τορύνην.

Ἐυελπίδης
τροχίλος ὄρνις οὑτοσί.
80οἶσθ᾽ οὖν δρᾶσον τροχίλε; τὸν δεσπότην
ἡμῖν κάλεσον.

Θεράπων Ἔποπος
ἀλλ᾽ ἀρτίως νὴ τὸν Δία
εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.

Ἐυελπίδης

ὅμως ἐπέγειρον αὐτόν.

Θεράπων Ἔποπος
οἶδα μὲν σαφῶς
ὅτι ἀχθέσεται, σφῷν δ᾽ αὐτὸν οὕνεκ᾽ ἐπεγερῶ.

Πισθέταιρος

85κακῶς σύ γ᾽ ἀπόλοι᾽, ὥς μ᾽ ἀπέκτεινας δέει.

Ἐυελπίδης

οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται
ὑπὸ τοῦ δέους.

Πισθέταιρος
δειλότατον σὺ θηρίον,
δείσας ἀφῆκας τὸν κολοιόν;

Ἐυελπίδης
εἰπέ μοι,
σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: