previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔποψ

πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ᾽ ἐρῶσιν.

Πισθέταιρος

τὰ μέταλλ᾽ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
τάς τ᾽ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
595ὥστ᾽ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.

Ἔποψ
πῶς οὐκ ἀπολεῖται;

Πισθέταιρος

προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ:
νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται:’ ‘νυνὶ πλεῖ, κέρδος ἐπέσται.’

Ἐυελπίδης

γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ᾽ ὑμῖν.

Πισθέταιρος

τοὺς θησαυρούς τ᾽ αὐτοῖς δείξουσ᾽ οὓς οἱ πρότεροι κατέθεντο
600τῶν ἀργυρίων: οὗτοι γὰρ ἴσασι: λέγουσι δέ τοι τάδε πάντες,
οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρ᾽ ὄρνις.’

Ἐυελπίδης

πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.

Ἔποψ

πῶς δ᾽ ὑγιείαν δώσουσ᾽ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;

Πισθέταιρος

ἢν εὖ πράττωσ᾽, οὐχ ὑγιεία μεγάλη τοῦτ᾽ ἐστί; σάφ᾽ ἴσθι,
605ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.

Ἔποψ

πῶς δ᾽ ἐς γῆράς ποτ᾽ ἀφίξονται; καὶ γὰρ τοῦτ᾽ ἔστ᾽ ἐν Ὀλύμπῳ:
παιδάρι᾽ ὄντ᾽ ἀποθνῄσκειν δεῖ;

Πισθέταιρος
μὰ Δί᾽ ἀλλὰ τριακόσι᾽ αὐτοῖς
ἔτι προσθήσουσ᾽ ὄρνιθες ἔτη.

Ἔποψ
παρὰ τοῦ;

Πισθέταιρος
παρ᾽ ὅτου; παρ᾽ ἑαυτῶν.
οὐκ οἶσθ᾽ ὅτι πέντ᾽ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;

Ἐυελπίδης

610αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: