Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πισθέταιρος
νῦν δ᾽ ἀνδράποδ᾽ ἠλιθίους Μανᾶς:
ὥσπερ δ᾽ ἤδη τοὺς μαινομένους
525βάλλουσ᾽ ὑμᾶς, κἀν τοῖς ἱεροῖς
πᾶς τις ἐφ᾽ ὑμῖν ὀρνιθευτὴς
ἵστησι βρόχους παγίδας ῥάβδους
ἕρκη νεφέλας δίκτυα πηκτάς:
εἶτα λαβόντες πωλοῦσ᾽ ἁθρόους:
530οἱ δ᾽ ὠνοῦνται βλιμάζοντες:
κοὐδ᾽ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,
ὀπτησάμενοι παρέθενθ᾽ ὑμᾶς,
ἀλλ᾽ ἐπικνῶσιν τυρὸν ἔλαιον
σίλφιον ὄξος καὶ τρίψαντες
535κατάχυσμ᾽ ἕτερον γλυκὺ καὶ λιπαρόν,
κἄπειτα κατεσκέδασαν θερμὸν
τοῦτο καθ᾽ ὑμῶν
αὐτῶν ὥσπερ κενεβρείων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.