previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔποψ

435ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου:
σὺ δὲ τούσδ᾽ ἐφ᾽ οἷσπερ τοῖς λόγοις συνέλεξ᾽ ἐγὼ
φράσον, δίδαξον.

Πισθέταιρος
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ,
440ἢν μὴ διάθωνταί γ᾽ οἵδε διαθήκην ἐμοὶ
ἥνπερ πίθηκος τῇ γυναικὶ διέθετο,
μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
μήτ᾽ ὀρχίπεδ᾽ ἕλκειν μήτ᾽ ὀρύττειν

Χορός
οὔτι που
τόν —; οὐδαμῶς.

Πισθέταιρος
οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.

Χορός

διατίθεμαι 'γώ.

Πισθέταιρος
κατόμοσόν νυν ταῦτά μοι.

Χορός

445ὄμνυμ᾽ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
καὶ τοῖς θεαταῖς πᾶσιν.

Πισθέταιρος
ἔσται ταυταγί.

Χορός

εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.

Κῆρυξ

ἀκούετε λεῴ: τοὺς ὁπλίτας νυνμενὶ
ἀνελομένους θὤπλ᾽ ἀπιέναι πάλιν οἴκαδε,
450σκοπεῖν δ᾽ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: