Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
310ποποποποποποποποποποῖ ποῦ μ᾽ ἄρ᾽ ὃς
ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται; Ἔποψ
οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων. Χορός
τί τί τί τί τί τί τί τί: τίνα λόγον ἄρα ποτὲ
315πρὸς ἐμὲ φίλον ἔχων; Ἔποψ
κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ᾽ ἀφῖχθον ὡς ἐμέ. Χορός
ποῦ; πᾷ; πῶς φῄς; Ἔποψ
320φήμ᾽ ἀπ᾽ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο:
ἥκετον δ᾽ ἔχοντε πρέμνον πράγματος πελωρίου. Χορός
ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου 'τράφην ἐγώ,
πῶς λέγεις; Ἔποψ
μήπω φοβηθῇς τὸν λόγον. Χορός
τί μ᾽ ἠργάσω; Ἔποψ
ἄνδρ᾽ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας. Χορός
325καὶ δέδρακας τοῦτο τοὔργον; Ἔποψ
καὶ δεδρακώς γ᾽ ἥδομαι. Χορός
κἀστὸν ἤδη που παρ᾽ ἡμῖν; Ἔποψ
εἰ παρ᾽ ὑμῖν εἴμ᾽ ἐγώ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.