previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἔποψ

ἐποποῖ ποποποποποποποῖ,
ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,
ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων:
230ὅσοι τ᾽ εὐσπόρους ἀγροίκων γύας
νέμεσθε, φῦλα μυρία κριθοτράγων
σπερμολόγων τε γένη
ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν:
ὅσα τ᾽ ἐν ἄλοκι θαμὰ
235βῶλον ἀμφιτιττυβίζεθ᾽ ὧδε λεπτὸν
ἡδομένᾳ φωνᾷ:
τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.
ὅσα θ᾽ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ
κλάδεσι νομὸν ἔχει,
240τά τε κατ᾽ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,
ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν:
τριοτὸ τριοτὸ τοτοβρίξ:
οἵ θ᾽ ἑλείας παρ᾽ αὐλῶνας ὀξυστόμους
245ἐμπίδας κάπτεθ᾽, ὅσα τ᾽ εὐδρόσους γῆς τόπους
ἔχετε λειμῶνά τ᾽ ἐρόεντα Μαραθῶνος, ὄρνις
πτερυγοποίκιλός τ᾽ ἀτταγᾶς ἀτταγᾶς.
250ὧν τ᾽ ἐπὶ πόντιον οἶδμα θαλάσσης
φῦλα μετ᾽ ἀλκυόνεσσι ποτῆται,
δεῦρ᾽ ἴτε πευσόμενοι τὰ νεώτερα,
πάντα γὰρ ἐνθάδε φῦλ᾽ ἀθροΐζομεν
οἰωνῶν ταναοδείρων.
255ἥκει γὰρ τις δριμὺς πρέσβυς
καινὸς γνώμην
καινῶν τ᾽ ἔργων ἐγχειρητής.
ἀλλ᾽ ἴτ᾽ ἐς λόγους ἅπαντα,
δεῦρο δεῦρο δεῦρο δεῦρο.

Χορὸς

260τοροτοροτοροτοροτίξ.
κικκαβαῦ κικκαβαῦ.
τοροτοροτοροτορολιλιλίξ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: