Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πισθέταιρος
ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς:
ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
1745καὶ τὰς χθονίας κλῄσατε βροντὰς
τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
δεινόν τ᾽ ἀργῆτα κεραυνόν.
Χορός
ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
1750ὦ χθόνιαι βαρυαχέες
ὀμβροφόροι θ᾽ ἅμα βρονταί,
αἷς ὅδε νῦν χθόνα σείει.
διὰ σὲ τὰ πάντα κρατήσας
καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ. Πισθέταιρος
1755ἔπεσθε νῦν γάμοισιν ὦ
φῦλα πάντα συννόμων
πτεροφόρ᾽ ἐπὶ δάπεδον Διὸς
καὶ λέχος γαμήλιον.
ὄρεξον ὦ μάκαιρα σὴν
1760χεῖρα καὶ πτερῶν ἐμῶν
λαβοῦσα συγχόρευσον: αἴρων
δὲ κουφιῶ σ᾽ ἐγώ. Χορός
ἀλαλαλαὶ ἰὴ παιών,
τήνελλα καλλίνικος, ὦ
1765δαιμόνων ὑπέρτατε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.