previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
ἰσχύσετ᾽, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
νῦν μέν γ᾽ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί:
1610ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,
ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ
προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.

Ποσειδῶν

νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.

Ἡρακλῆς

1615κἀμοὶ δοκεῖ.

Πισθέταιρος
τί δαὶ σὺ φῄς;

Τριβαλλός
ναβαισατρεῦ.

Πισθέταιρος

ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι
ἀκούσαθ᾽ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
εὐξάμενος εἶτα διασοφίζηται λέγων,
1620μενετοὶ θεοί,’ καὶ μἀποδιδῷ μισητίᾳ,
ἀναπράξομεν καὶ ταῦτα.

Ποσειδῶν
φέρ᾽ ἴδω τῷ τρόπῳ;

Πισθέταιρος

ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
ἅνθρωπος οὗτος, καθῆται λούμενος,
καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
1625προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.

Ἡρακλῆς

τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
τούτοις ἐγώ.

Ποσειδῶν
καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.

Ἡρακλῆς

Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;

Τριβαλλός
σαυνάκα
βακταρικροῦσα.

Ἡρακλῆς
φησί μ᾽ εὖ λέγειν πάνυ.

Ποσειδῶν

1630εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.

Ἡρακλῆς

οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.

Πισθέταιρος

καὶ νὴ Δί᾽ ἕτερόν γ᾽ ἐστὶν οὗ 'μνήσθην ἐγώ.
τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ᾽ ἐμοὶ
1635ἐκδοτέον ἐστίν.

Ποσειδῶν
οὐ διαλλαγῶν ἐρᾷς.
ἀπίωμεν οἴκαδ᾽ αὖθις.

Πισθέταιρος
ὀλίγον μοι μέλει.
μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.

Ἡρακλῆς

δαιμόνι᾽ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;

Ποσειδῶν

1640τί δαὶ ποιῶμεν;

Ἡρακλῆς
τι; διαλλαττώμεθα.

Ποσειδῶν

τί δ᾽ ᾠζύρ᾽; οὐκ οἶσθ᾽ ἐξαπατώμενος πάλαι;
βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
1645τὰ χρήμαθ᾽, ὅσ᾽ ἂν Ζεὺς ἀποθνῄσκων καταλίπῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: