previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Συκοφάντης

δαιμόνιε μὴ νουθέτει μ᾽ ἀλλὰ πτέρου.

Πισθέταιρος

νῦν τοι λέγων πτερῶ σε.

Συκοφάντης
καὶ πῶς ἂν λόγοις
ἄνδρα πτερώσειας σύ;

Πισθέταιρος
πάντες τοῖς λόγοις
ἀναπτεροῦνται.

Συκοφάντης
πάντες;

Πισθέταιρος
οὐκ ἀκήκοας,
1440ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
λέγων ἀνεπτέρωκεν ὥσθ᾽ ἱππηλατεῖν.’
δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
1445ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.

Συκοφάντης

λόγοισί τἄρα καὶ πτεροῦνται;

Πισθέταιρος
φήμ᾽ ἐγώ.
ὑπὸ γὰρ λόγων νοῦς τε μετεωρίζεται
ἐπαίρεταί τ᾽ ἄνθρωπος. οὕτω καί σ᾽ ἐγὼ
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
1450τρέψαι πρὸς ἔργον νόμιμον.

Συκοφάντης
ἀλλ᾽ οὐ βούλομαι.

Πισθέταιρος

τί δαὶ ποιήσεις;

Συκοφάντης
τὸ γένος οὐ καταισχυνῶ.
παππῷος βίος συκοφαντεῖν ἐστί μοι.
ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
ἱέρακος κερχνῇδος, ὡς ἂν τοὺς ξένους
1455καλεσάμενος κᾆτ᾽ ἐγκεκληκὼς ἐνθαδὶ
κατ᾽ αὖ πέτωμαι πάλιν ἐκεῖσε.

Πισθέταιρος
μανθάνω.
ὡδὶ λέγεις: ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ξένος.

Συκοφάντης
πάνυ μανθάνεις.

Πισθέταιρος

κἄπειθ᾽ μὲν πλεῖ δεῦρο, σὺ δ᾽ ἐκεῖσ᾽ αὖ πέτει
1460ἁρπασόμενος τὰ χρήματ᾽ αὐτοῦ.

Συκοφάντης
πάντ᾽ ἔχεις.
βέμβικος οὐδὲν διαφέρειν δεῖ.

Πισθέταιρος
μανθάνω
βέμβικα: καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.

Συκοφάντης

οἴμοι τάλας μάστιγ᾽ ἔχεις.

Πισθέταιρος
πτερὼ μὲν οὖν,
1465οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.

Συκοφάντης

οἴμοι τάλας.

Πισθέταιρος
οὐ πτερυγιεῖς ἐντευθενί;
οὐκ ἀπολιβάξεις κάκιστ᾽ ἀπολούμενος;
πικρὰν τάχ᾽ ὄψει στρεψοδικοπανουργίαν.
ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: