previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πατραλοίας

γενοίμαν αἰετὸς ὑψιπέτας,
ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
γλαυκᾶς ἐπ᾽ οἶδμα λίμνας.

Πισθέταιρος

1340ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.
ᾁδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.

Πατραλοίας

αἰβοῖ:
οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον:
ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
1345οἰκεῖν μεθ᾽ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.

Πισθέταιρος

ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.

Πατραλοίας

πάντων: μάλιστα δ᾽ ὅτι καλὸν νομίζεται
τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.

Πισθέταιρος

καὶ νὴ Δί᾽ ἀνδρεῖόν γε πάνυ νομιζομεν,
1350ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.

Πατραλοίας

διὰ ταῦτα μέντοι δεῦρ᾽ ἀνοικισθεὶς ἐγὼ
ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντ᾽ ἔχειν.

Πισθέταιρος

ἀλλ᾽ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος
παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν:
1355ἐπὴν πατὴρ πελαργὸς ἐκπετησίμους
πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,
δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.

Πατραλοίας

ἀπέλαυσά τἄρα νὴ Δί᾽ ἐλθὼν ἐνθαδί,
εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.

Πισθέταιρος

1360οὐδέν γ᾽. ἐπειδήπερ γὰρ ἦλθες μέλε
εὔνους, πτερώσω σ᾽ ὥσπερ ὄρνιν ὀρφανόν.
σοὶ δ᾽ νεανίσκ᾽ οὐ κακῶς ὑποθήσομαι,
ἀλλ᾽ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς . σὺ γὰρ
τὸν μὲν πατέρα μὴ τύπτε: ταυτηνδὶ λαβὼν
1365τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,
νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,
τὸν πατέρ ἔα ζῆν: ἀλλ᾽ ἐπειδὴ μάχιμος εἶ,
ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.

Πατραλοίας

1370νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
καὶ πείσομαί σοι.

Πισθέταιρος
νοῦν ἄρ᾽ ἔξεις νὴ Δία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: